«Σὺ δὲ εἶπας ἐν
τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω
τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βορρᾶν, ἀναβήσομαι
ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ῾Υψίστῳ. νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ
θεμέλια τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος
ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς; ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς
πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν
ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ· σὺ δὲ ριφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος
μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον
ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι
τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον,
σπέρμα πονηρόν. ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν,
ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων».
Ησ. ιδ΄ 13-21